ΕΥΚΛΕΙΔΟΥ ΣΤΟΙΧΕΙΩΝ Α
Κοιναὶ ἔννοιαι (δ΄—ϛ΄ в скобках пропущены).
Πηγή: el.wikisource.org, «Στοιχεία/α», oldid 161088.

Κοινὴ ἔννοια 1.
Τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα.

Κοινὴ ἔννοια 2.
Καὶ ἐὰν ἴσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἴσα.

Κοινὴ ἔννοια 3.
Καὶ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενά ἐστιν ἴσα.

Κοινὴ ἔννοια 7.
Καὶ τὰ ἐφαρμόζοντα ἐπ' ἄλληλα ἴσα ἀλλήλοις ἐστίν.

Κοινὴ ἔννοια 8.
Καὶ τὸ ὅλον τοῦ μέρους μεῖζον [ἐστιν].

Κοινὴ ἔννοια 9.
Καὶ δύο εὐθεῖαι χωρίον οὐ περιέχουσιν.
