ΕΥΚΛΕΙΔΟΥ ΣΤΟΙΧΕΙΩΝ Α
Αἰτήματα ε΄.
Πηγή: el.wikisource.org, «Στοιχεία/α», oldid 161088.

Αἴτημα 1.
Ἠιτήσθω ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν.

Αἴτημα 2.
Καὶ πεπερασμένην εὐθεῖαν κατὰ τὸ συνεχὲς ἐπ' εὐθείας ἐκβαλεῖν.

Αἴτημα 3.
Καὶ παντὶ κέντρῳ καὶ διαστήματι κύκλον γράφεσθαι.

Αἴτημα 4.
Καὶ πάσας τὰς ὀρθὰς γωνίας ἴσας ἀλλήλαις εἶναι.

Αἴτημα 5.
Καὶ ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο ὀρθῶν ἐλάσσονας ποιῇ, ἐκβαλλομένας τὰς δύο εὐθείας ἐπ' ἄπειρον συμπίπτειν, ἐφ' ἃ μέρη εἰσὶν αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες.
